Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.31-4
Not analysed yet
69. Πήδαιον] Ἀρίσταρχος ὡς Πήδασον, καὶ ἐπεκράτησεν. καὶ ἴσως ἔχει ἀφορμὴν τοιαύτην, ὡς πολλάκις τὰ τοιαῦτα τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι, ὥσπερ ἔχουσι τὸ βέβαιος (παρὰ γὰρ τὸ βέβηκα), ὡς τὸ Φίλαιος, τὸ Νίκαιος, τὸ Τίμαιος. τοιοῦτον οὖν καὶ τὸ Πήδαιος. οὐ γὰρ, ὡς οἴεται ὁ Ἅβρων, παρὰ τὴν πῆδον· ἐοικὸς γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐσχημάτισται.