Ancient Greek
1.32 to 1.44
Scholia in Homerum, Scholia in Iliadum 1.32-3-44
Not analysed yet
70. ὅτι βαρβαρικὸν ἔθος τὸ ἐκ πλειόνων γυναικῶν παιδοποιεῖσθαι. 73. ἰνίον] τὸ κοῖλον τοῦ τένοντος. κέκληται δὲ οὕτως διὰ τὸ νευ- ρῶδες εἶναι. ἢ τὸ πλατὺ καὶ παχὺ νεῦρον τὸ καθῆκον ἀπὸ τῆς κεφα- λῆς ἐπὶ τὸν αὐχένα. 75. *ἐν κονίῆς] ἐν ἄλλῳ ἤριπε δʼ ἐξ ὀχέων. ψυχρὸν] ἤτοι κυρίως διὰ τὸ ψυχρὸν καὶ ἄθερμον εἶναι τὸν σίδηρον, ἢ τὸν τοῦ ψύχους ποιητικὸν, διὰ τὸ ἀποψύχεσθαι τοὺς ἀναιρουμένους ὑπʼ αὐτοῦ· τὸν γοῦη ψυχροποιὸν σίδηρον τοῖς ὀδοῦσιν ἔλαβεν. 76. Εὐαιμονίδης] ψιλοῖ ὁ Ἀσκαλωνίτης, ἵνα κύριον γένηται, ὥσπερ καὶ τὸ Φίλιππος καὶ τὸ Μελάνιππος. ἔστι μὲν οὖν ὃ λέγει πιθανόν (διὰ τοῦτο γοῦν καὶ τὸ Πολύμνια πῆ μὲν ψιλοῦμεν πῆ δὲ δασύνομεν, καὶ τὸ Εὐρύαλος Ἀγχίαλος), οὔ γε μὴν ἀληθές· εὑρέθη γὰρ τὸ Πά- νορμος δασυνόμενον, καὶ Ἔφιππος ὁ κωμικός. 79. *Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός] πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. 81. τὸ ῥᾴδιον τῆς ἐκτομῆς ἐδήλωσεν ἔξεσεν εἰπὼν, οὐκ ἀπέκοψεν. 83. ἔλλαβε πορφύρεος θάνατος] ὅτι οἱ ἀρχαῖοι κριτικοὶ πορφύ- ρεον θάνατον τὸν τοῦ ἐπὶ στόμα πεπτωκότος ὑπτίου. λέγει δὲ πορ- φύρεον τὸν μέλανα, ἐξ οὗ δηλοῖ τὸν χαλεπόν· “πορφύρεον δʼ ἄρα κῦμα” (Il. 21, 326) ἀναλόγως τῷ “μέλαν δέ ἑ κῦμα κάλυψεν” (Il. 85. ἡ διπλῆ, ὅτι ὡς πρός τινα διαλέγεται μὴ ὑποκειμένου προσώ- που, καὶ ὅτι ἀντὶ τοῦ οὐκ ἄν τις ἔγνω, καὶ χρόνος ἐνήλλακται. 89. *ἐεργμέναι] Ἀρίσταρχος ἐερμέναι. 99. ὅτι τὸ ὅλον κύτος τοῦ θώρακος γύαλον διὰ τὴν κοιλότητα λέγει, οὐ μέρος ὡρισμένον τοῦ θώρακος. τὸ γυαλον ὅταν ἐπίθετον ᾗ, ἀξύνεται· “εὖτʼ ἂν ὁ παῖς ἀπὸ μὲν γυαλὸν λίθον ἀγκάσσασθαι.” 100. ἀντικρύ] ὀξύνεται καὶ ἐκτείνεται· ὅταν δὲ ἔχῃ τὸ σ, συ- στέλλεται καὶ βαρύνεται. τὸ δὲ αἴτιον ἐν τῷ περὶ ἐπιρρήματος ἐροῦμεν. 103. ἄριστος] ἀντὶ τοῦ ἀριστεύς· Αἴας γὰρ μετʼ Ἀχιλλέα. ἢ διὰ τὴν εὐδαιμονίαν· “ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν” (Il. 6, 98). ἢ ἑαυτὸν ὑψῶν ὁ Πάνδαρος ἄριστον τὸν τρωθέντα φησὶν ὑπʼ αὐτοῦ. 104. *Ἀρίσταρχος δήθʼ ἀνσχήσεσθαι. *Ἀρίσταρχος βέλος.