Ancient Greek
1.316 to 1.318
Scholia in Homerum, Scholia in Iliadum 1.316-318
Not analysed yet
547. ἀλλ᾿ ὃν μέν κ᾿ ἐπιεικές] ἀλλ᾿ ὅντινα μὲν λόγον προσήκει σε παῤ ἐμοῦ ἀκοῦσαι, τοῦτον οὐδεὶς πρὸ σοῦ μάθῃ οὔτε θεῶν οὔτε ἀνθρώπων. ὡς τιμὴν αὐτῇ περιάπτει. ἔστι δὲ καὶ βιωτικῶν μιμητικὰ, πρῶ- τον ἠπίως ἀρξάμενον ἐπάγειν τὰς ἀπειλὰς ὕστερον. 550. διείρεο] ἀνερώτα, πολυπραγμόνει. 553. οὔτ᾿ εἴρομαι οὔτε μεταλλῶ] οὕτως αἱ Ἀριστάρχου καὶ ἡ Ῥιανοῦ καὶ ἡ Ἀριστοφάνους· καὶ ἔστιν ἐμφατικὸν δὶς λεγόμενον τὸ οὔτε. οἱ γράφοντες οὐδὲ μεταλλῶ κακῶς γράφουσιν.