Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.319
Not analysed yet
554. εὔκηλος] τὸ εὔκηλος ψιλοῦται κατὰ δύο λόγους, καὶ ὅτι τὸ υ ἐπεντιθέμενον ψιλοῖ τὰ δασυνόμενα φωνήεντα, ὅρος οὖρος, ὅλος οὖλος, καὶ ὅτι ἡ ευ δίφθογγος ἐπιφερομένον συμφώνου ψιλοῦται, εὐνή εὐχή εὖρος. ἐναντιοῦται τὸ εὕδω καὶ εὑρίσκω· τὸ γὰρ εὗσεν δασυ- νόμενον ἀπὸ θέματος τοῦ εὕω. ἅσσ᾿ ]ὁ μὲν Πτολεμαῖος δασύνει, τρία λέγων σημαίνειν τὸ ἄσσα, τό τε ἅτινα καὶ ὅσα καὶ τινά· καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἅτινα, δασύνεται· ἀλλὰ καὶ ὅτε τῷ ὅσα, ὡς ἐπὶ τοῦ “ἅσσ᾿ ἂν ἐμοί περ αὐτῇ (Od. 5, 188). ψιλοῖ δὲ ὅτε ἐπὶ τοῦ τινά παραλαμβάνεται.