Ancient Greek
1.316 to 1.319
Scholia in Homerum, Scholia in Iliadum 1.316-3-319
Not analysed yet
746. τὸ ἱππήων ἑκατέροις δύναται προσδίδοσθαι· βέλτιον δὲ τοῖς ἐπάνω. 747. αὐτὰρ ἐγὼν ἐὰόρουσα] ὅτι ἐκπέπτωκεν εἰς ποιητικὴν κατα- σκευὴν τὸ παρηγμένον ἡρωῖκὸν πρόσωπον κατὰ τὴν ποίησιν. 750. ὅτι ἐντεῦθεν Ἡσίοδος Ἄκτορος κατʼ ἐπίκλησιν καὶ Μολιόνης αὐτοὺς γεγενεαλόγηκεν, γόνῳ δὲ Ποσειδῶνος. οὐδέποτε δὲ Ὅμηρος ἀπὸ μητρὸς σχηματίζει. 751. πρὸς τὰ περὶ τῆς φύσεως τῶν Ἄκτορος παίδων, πότερον μία ἀμφοτέρων συμφυΐα ἢ ἑκάτερος αὐτῶν διφυὴς ἦν.