Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.320-2
Not analysed yet
754. διʼ ἀσπιδέος πεδίοιο] ὁ λσκαλωνίτης διʼ ἀσπιδέος, ἐπεὶ ἐπιφέρει “ἀνυά τʼ ἔντεα καλὰ λέγοντες,” τοιοῦτό τι λέγων τοῦ πολλὰς ἔχοντος ἀσπίδας. ὁ δὲ Ἀλεξίων καὶ ἀμφότερα κρίνει, καὶ ἀσπιδέος καὶ σπιδέος· ὅ τε Ἀρίσταρχος ἐκεῖνο ἀποφαίνεται ὡς ὅτι τινὲς μὲν ἀπὸ τοῦ α ποιοῦνται τὴν διαστολὴν, ἵνʼ ᾖ ἀσπιδέος, ὡς εἰκαστικώτερον τοῦ ποιητοῦ ἀσπίδες τὸ πεδίον εἰρηκότος τῷ τὰ μακρὰ τῶν πεδίων καὶ εὐρέα περιφερῆ φαίνεσθαι, μηδενὸς ἄλλου ὁρωμένου τέρματος, ἀλλὰ τοῦ ὁρίζοντος ἀέρος. ἄλλοι δὲ ἐκδέχονται ἀσπιδέος τοῦ ἔχοντος πολλὰς ἀσπίδας, καθότι ἐπιφέρει “ἀνά τʼ ἔντεα καλὰ λέγοντες.” οἱ δέ φασιν ἐκ πλήρους σπιδέος καὶ ἀποδιδόασι πολλοῦ καὶ μακροῦ· καὶ γὰρ Αἰσχύλος πολλάκις τὴν λέξιν οὕτως ἔχουσαν τίθησιν, ὅταν λέγῃ “σπίδιον μῆκος ὁδοῦ,” καὶ ὁ Ἀντίμαχος “οὐδὲ σπιδόθεν προνοῆσαι,” τουτέστι μακρόθεν. καὶ ταῦτα μὲν ὁ Ἀρίσταρ- χος. Κράτης δὲ προκρίνει τὴν διὰ τοῦ ᾱ γραφήν. καὶ Ζηνόδοτος δὲ συναινεῖ τῇ δίχα τοῦ ᾱ γραφῇ, καί φησι σπιδέος τοῦ ἀπόρου καὶ τραχέος καὶ μεγάλου. καὶ Ἀμερίας δὲ λέγει, σπιδέος τοῦ πολλοῦ καὶ εὐρέος καὶ μεγάλου. κἀγὼ δὲ συγκατατίθεμαι τοῖς ἀνδράσιν· ὁρῶ γὰρ πολλὴν τὴν τοιαύτην χρῆσιν παρὰ τοῖς ἀρχαίοις. ἡ διπλῆ πρὸς τὸ σημαινόμενον τὸ ἀπὸ τῆς λέξεως. *Ἡρωδιανὸς διὰ σπιδέος.