Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.325
Not analysed yet
767. νῶϊ] ἡ μὲν διπλῆ, ὅτι χωρὶς τοῦ ν Ὁμηρικῶς, ἡμεῖς ἢ ἡμᾶς. ἀθετοῦνται δὲ ἀπὸ τούτου στίχοι ιθ’, ἕως τοῦ (785) “σοὶ δʼ αὗθʼ ἐπέτελλεν,” ὅτι ἡ σύνθεσις αὐτῶν πεζὴ, καὶ διαφωνεῖ τοῖς ἐν ταῖς Λιταῖς ταῦτα “Πηλεὺς μὲν παιδὶ γέρων ἐπέτελλʼ Ἀχιλῆϊ” (Il. 9, 254)· ἐκεῖ γὰρ ὁ Πηλεύς φησι “τέκνον ἐμὸν, κάρτος μὲν Ἀθηναίη τε καὶ Ηρη δώσουσʼ, αἴ κʼ ἐθέλωσι, σὺ δὲ μεγαλήτορα θυμόν.” καὶ ὅτι ἃ Πηλεῖ ἐπέβαλλε ποιεῖν, ὁ Ἀχιλλεὺς πράσσει, αὐτὸς δὲ ὡς εἴδωλον σπένδει· ἐς δʼ ἄγε χειρὸς ἑλὼν, κατὰ δʼ ἑδριάασθαι ἄνωγεν, ξείνιά τʼ εὗ παρέθηκενʼ ὁ δὲ Πηλεὺς οὐδʼ εἰ πάρεισι προσποιεῖται. εὐτελὴς δὲ ἡ σύνθεσις καὶ τοῦ “ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμʼ ἅμʼ ἔπεσθαιι.” ἠθετοῦντο καὶ παρὰ Ἀριστοφάνει οἱ ιθ΄.