Ancient Greek
1.326 to 1.331
Scholia in Homerum, Scholia in Iliadum 1.326-3-331
Not analysed yet
770. *πουλυβότειραν] ἐν ἄλλῳ καλλιγύναικα. 773. *μηρίʼ ἔκηε] Ἀρίσταρχος μηρία καἵε. 774. αὐλῆς ἐν χόρτῳ] ἐν τῷ περιφράγματι τῆς αὐλῆς· χόρτοι δὲ οἱ τριγχοὶ, ὡς καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ (fr. 179.) “σύγχορτα ναίω πεδία ταῖς Ἐλευθεραῖς” καὶ ἐν Ἀνδρομάχῃ (17) ὁμοίως. 782. *ἠθέλετον] Ζηνόδοτος ἠθελέτην. 786. ἅτι Ἀρχίλοχος ὑπερτέραν τὴν νεωτέραν ἐδέξατο· “οἴην Λυκάμβεω παῖδα τὴν ὑπερτέρην” ἀντὶ τοῦ τὴν νεωτέραν. καὶ τὸ ἔτυμον δὲ ἀντιπίπτει· ὁ γὰρ ὑπερέχων κατά τί ἐστιν ὑπέρτερος. καὶ νῦν λέγει, τῷ γένει, τῇ εὐγενείᾳ ὑπερέχει, διὰ τὸ εἶναι θεᾶς μητρός· σὺ δὲ πρεσβύτερος εἶ. 794. ὅτι Ζηνόδοτος καὶ τοῦτον καὶ τὸν ἑξῆς περιέγραψεν, ἀναγ- καίους ὄντας εἰς ἐρεθισμὸν Ἀχιλλέως.