Ancient Greek
1.327 to 1.328
Scholia in Homerum, Scholia in Iliadum 1.327-328
Not analysed yet
569. καθῆστο] τοῦ ἕζω ἐστὶν ἡ κλίσις, ἧσμαι ἥσμην ἧσο ἧστο, καὶ ἐν συνθέσει καθῆστο. εἰ γὰρ ἦν ἐκ τοῦ ἧμαι, ὡς ἀπὸ τῶν εἰς μι, ἀνεδίδου τὸν τόνον. οἱ δὲ τοιοῦτοι παρακείμενοι καὶ ὑπερσυντέλικοι δισύλλαβοι, ἔχοντες δύο σύμφωνα, ἐν τῇ συνθέσει φυλάσσουσι τὸν τόνον, εἶργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ τὸ καθῆστο. 570. *βραχὺ διασταλτέον ἐπὶ τὸ Διός· ὁ γὰρ οἶκος Διός.