Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.326
Not analysed yet
567. *ἆσσον ἰόνθ᾿ ]ὅτι Ζηνόδοτος γράφει ἆσσον ἰόντε. οὐκ ἔστι δὲ, ἀλλ᾿ ἀντὶ τοῦ ἰόντος. συγχεῖ δὲ καὶ τὸ δυϊκόν. *ἀντὶ τοῦ ἰόντος· δοτικῇ δὲ κέχρηται ἀντὶ γενικῆς. ἀάπτους] οὕτως ψιλῶς προενεκτέον· οὕτως δὲ καὶ Ἀρίσταρχσς. ἤκουε δὲ τὰς δεινὰς καὶ ἀπτοήτους. ὁ δὲ Ζηνόδοτος καὶ αὐτὸς ὁμοίως τῷ πνεύματι, εἰς τὰς ἰσχυρὰς δὲ μετελάμβανεν. ἐν δὲ ταῖς Ἀρι- στοφάνους γλώσσαις διὰ τοῦ ε ἐγέγραπτο ἀέπτους. εἰσὶ δὲ οἳ ἀπροσ- πελάστους ἀποδιδόασιν, ἀπὸ τοῦ ἅψασθαι, ὧν οὐδεὶς ἂν ἅψαιτο δι᾿ ἰσχύν. ἐμοὶ δὲ δοκεῖ παρὰ τὸ ἰάπτω γεγενῆσθαι, ὃ σημαίνει τὸ δια- φθείρω καὶ βλάπτω· ἔνθεν τὸ “πολλὰς δ᾿ ἰφθίμους ψυχὰς Ἄϊδι προίαψεν.” καὶ μέσον αὐτοῦ κατ᾿ ἔλλειψιν τοῦ α, “μέγα δ᾿ ἴψαο λαὸν Ἀχαιῶν” (454). ἔνθεν καὶ ὁ ἴψ· ἔστι δὲ θηρίον διατρῶγον τὰ ξύλα. ἀπὸ δὴ τούτου τοῦ ἰάπτω τὸ ἀϊάπτους ἦν, καὶ κατ᾿ ἔλλειψιν τοῦ ι ἀάπτους, ἤτοι τὰς μὴ δυναμένας διαφθαρῆναι καὶ βλαβῆναι, ἢ κατ᾿ ἐπίτασιν τὰς ἄγαν δυναμένας βλάψαι καὶ διαφθεῖραι.