Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.329-2
Not analysed yet
680. αὐτόν σε] ὁ Ἀσκαλωνίτης ὀρθοτονεῖ τὴν σὲ, ἐπεὶ, φησὶν, ἀεὶ μετὰ τῆς ἐπιταγματικῆς αἱ πρωτότυποι φιλοῦσιν ὀρθοτονεῖσθαι. ἐχρῆν δὲ αὐτὸν ἐπὶ τοῦ πρώτου καὶ δευτέρου προσώπου ὁρίσασθαι, παραιτήσασθαι δέ τινα Ὁμηρικὰ ἄλλως ἀνεγνωσμένα διʼ αἰτίαν τινά· “κελεύετέ μʼ αὐτὸν ἑλέσθαι” (Il. 10, 240)· “εἰ μή τίς σʼ αὐτόν.” ἄλλως τε αἱ πρὸ τῆς αὐτός εἰσιν αἱ ὀρθοτονούμεναι, οὐχ αἱ μετὰ τὴν αὐτός. ἐγκλιτικῶς οὖν ἀναγνωστέον. ὅτι ἀποτομώτατον τὸ τῆς ἀφόδου, ὅπερ ἐν πρώτοις εἶπεν, ἀπαγ- γέλλει, τὸ δὲ τελευταῖον, ὅτι ἐὰν συνελασθῶσιν ἕως τῶν αὐτοῦ νεῶν συμμαχήσει, παραλέλοιπεν, ἵνα μὴ ἀμελῶσι τοῦ βοηθεῖν.