Ancient Greek
1.330 to 1.337
Scholia in Homerum, Scholia in Iliadum 1.330-2-337
Not analysed yet
681. σόῃς] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου διὰ τοῦ ὰ σαῷς, τάχα παρὰ τὸ σαωσέμεν (230) καὶ ἠὲ σαωθῆναι (Il. 15, 503). χρῆται δὲ καὶ ἐκείνῳ· “σόον δʼ ἀνένευσεν” (Il. 16, 252). διχῶς οὖν. *Ἄρίσταρχος σοῷς καὶ σαῷς. 682. *ὅτι τὸ ἠπείλησε νῦν κατὰ τὴν ἡμετέραν χρῆσιν. 685. οἴκαδʼ ἀποπλείειν] ὅτι ἀπέστροφε τὸν λόγον· οὐ γὰρ εἶπε δήουσιν, ἀλλὰ δήετε. *ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μετέβη. 686. Ἰλίου αἰπεινῆς] ἡ διπλῆ, ὅτι θηλυκῶς τὴν Ἴλιον. 688. ἀπορία. ζητεῖται διὰ τί μετὰ τὴν πρὸς Αἴαντα Ἀχιλλέως ἀπόκρισιν Ὀδυσσεὺς οὐ λέγει. ῥητέον οὖν, ὅτι ἐπεὶ αὐτῷ σκληρῶς ἀπεκρίνατο. λεκτέον δὲ καὶ πρὸς τοὺς ζητοῦντας τίνος ἕνεκεν ἄλλοι τινὲς οὐκ ἐπρέσβευσαν, ἀλλʼ οὗτοι, ὅτι καὶ αὐτοὶ ἐδόκουν. 688—693. ἀθετοῦνται στίχοι πέντε ἕως τοῦ “αὔριον ἢν ἐθέλῃσιν,” ὅτι καὶ νεώτεροι τοῖς νοήμασι, καὶ τῇ συνθέσει πεζότεροι, καὶ ὅτι ὡς ἀπιστησόμενος μάρτυρας ἐπισπᾶται. 688. εἰσὶ καὶ οἵδε] συντέμνει τὸ ἀηδὲς τῆς ὑποθέσεως. καὶ ἄλλως ἵνα μὴ δόξῃ ἀτιμάζειν τοὺς λοιπούς. τούτους δὲ τοὺς στίχους Ἀριστοφάνης ἠθέτει· Ζηνόδοτος τὸν αὔριον μόνον. 693. στικτέον ἐπὶ τὸ ἔφατο. δύναται δὲ καὶ ὑποστίζεσθαι, ἵνʼ ᾖ ὁ λόγος, ὡς εἶπεν, καὶ οὗτοι μαρτυρήσουσιν. εἰ δὲ μὴ ἐπιτετήδευται ἡ ἀνάγνωσις, οὐ θαυμαστόν· καὶ γὰρ ὅλοι ἀπρεπεῖς οἱ στίχοι.