Ancient Greek
1.33 to 1.37
Scholia in Homerum, Scholia in Iliadum 1.33-2-37
Not analysed yet
76. οἰωνοπόλων ὄχʼ ἄριστος] Ἀμμώνιος ὡς Ἀριστάρχειον προ- φέρεται καὶ ταύτην τὴν γραφήν “μάντις τʼ οἰωνοπόλος τε.” ἔργον δὲ τὸ σαφὲς εἰπεῖν· διὸ διχῶς. 77. *πόνος] ὅτι τὸ κατὰ τὸν πόλεμον ἔργον πόνον εἴρηκε πάλιν. 78. ἐγκέκλιται] ἐρήρεισται, ἐκ μεταφορᾶς τῶν καμνόντων ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ τῶν ζυγοστατουμένων. ἐγκέκλιται] ἐπίκειται, ἔγκειται, ἐμπέπηκται, ἐν τῇ ὑμετέρᾳ φροντίδι περικέκλεισται ἡ σωτηρία τῶν πραγμάτων. 79. *πᾶσαν ἐπʼ ἰθύν] εἰς πᾶσαν ὁρμήν. 87. *ξυνάγουσα] ὅτι ὁ χρόνος ἐνήλλακται, ἀντὶ τοῦ συνα- γαγοῦσα.