Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ζ.
Scholia in Homerum, Scholia in Iliadum 1.38-3
Not analysed yet
87, 88. συναπτέον τὸ “ἡ δὲ ξυνάγουσα γεραιάς” τῷ “νηὸν Ἀθηναίης,” ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ· λειπούσης γὰρ τῆς εἰς προθέσεως καὶ τοῦ καί συνδέσμον γίνεται ὁ λόγος, ἡ δὲ ξυνά- γουσα τὰς γεραιὰς εἰς τὸν τῆς Ἀθηνᾶς ναὸν, καὶ ἀνοίξασα τὰς θύρας τοῦ ἱεροῦ οἴκου, τὸν πέπλον ἀναθέτω. ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι, νηὸν Ἀθηναίης καὶ οἴξασα κληῖδι θύρας, ἡ φράσις σόλοι- κος, τὸν ναὸν ἀνοίξασα, τὰς θύρας αὐτοῦ.