Ancient Greek
1.330 to 1.336
Scholia in Homerum, Scholia in Iliadum 1.330-336
Not analysed yet
573. *ἀνεκτά] διασταλτέον ἐπὶ τὸ ἀνεκτά· ἔχεται γὰρ τῶν ἑξῆς. 575. κολῳόν] ἀπὸ τοῦ κολοιός ἐγένετο τὸ κολῳός, τοῦ ο τραπέντος εἰς τὸ ω· διὸ καὶ τὸ ι προσγράφεται, ὡς κλοιὸς κλῳός, ὁ δὲ Φιλόξενος παρὰ τὸ κλῶ, ὅ ἐστι τὸ κλάζω, ἀπὸ τοῦ κλῶ, κατὰ παραγωγήν· καὶ οὐ προσγράφει τὸ ι. 576. ἦδος] ψιλωτέον, ὡς τροχαῖκὸν τῶν εἰς ος ληγόντων. κατὰ μετασχηματισμόν ἐστι τὸ ἦδος τοῦ ἡδονή. δασυνόμενον γὰρ μετα- σχηματίζεται εἰς τὸ ἦδος ψιλούμενον, ὡς τὸ ἡμέρα μετασχηματίζεται εἰς τὸ ἦμαρ ψιλούμενον καὶ τὸ ἅμα εἰς τὸ ἄμυδις. οὕτως Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ. 577. παράφημι] ὡς σύνθετον ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ ὀξυ- νόμενα τῶν εἰς μι τοιαῦτα. 578. *ἐπίηρα] πρὸς τὸ αὐτό. 579. ἥμιν] πιθανώτερον ὀξύνειν τὴν πρώτην τοῦ ἡμῖν καὶ ἐκτείνειν τὴν τελευταίαν. 580. ἀστεροπητής] ἀστραπὰς ποιῶν.