Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.337
Not analysed yet
580—583. αἱ διορθώσεις τῶν στίχων τούτων διάφοροι. οἱ μὲν εἰς τὸ ἀστεροπητής ὑποστίζουσιν, καὶ τὸ στυφελίξαι ὑποτελείαν στίζουσι στιγμὴν, ἐκδεχόμενοι αὐτὸ εὐκτικὸν εἶναι ῥῆμα· ὁμοίως δὲ καὶ τὸ ἐστίν, καὶ τὸ μαλακοῖσι τελείαν. οἱ δὲ τὸ στυφελίξαι ὑπο- στίξαντες, καὶ τὸ ἐστίν καὶ τὸ μαλακοῖσι, ἐκδεχόμενοι συνεκδοχικῶς ὑπακούεσθαι τῷ στίχῳ τὸ ἐθέλῃς, τοῦ ἀλλά παραλαμβανομένου ἀντὶ τοῦ δέ, ἵν᾿ ᾖ ἡ ἔννοια αὕτη, σὺ δὲ τοῦτον ἐθέλῃς θεραπεῦσαι· καὶ εἰς τὸ ἔσσεται ἡμῖν τελείαν στίζουσιν. ἄλλοι δὲ ὑποστίζοντες εἰς τὸ στυφελίξαι καὶ τὸ ἐστίν εἰς τὸ μαλακοῖσι τιθέασι τὴν τελείαν, ἵν᾿ ᾖ ἐλλεῖπον τῷ λόγῳ τὸ ὀφείλεις.