Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.332
Not analysed yet
799. ἴσκοντες] Ἀρίσταρχος ἀξιοῖ διὰ τῆς ει διφθόγγου γράφειν, ἐπεὶ ἐν ἑτέροις, φησὶ, τὸ κατὰ διαίρεσιν αὐτοῦ ὁρᾶται, ἐίσκω λεγό- μενον· “ἐΐσκω πηγεσιμάλλῳ” (Il. 3, 197). οἱ δὲ περὶ τὸν Ἄλεξ- ίωνα διὰ τοῦ ὶ μόνου συνεσταλμένου. κἀγὼ δὲ τούτοις συγκατατί- θεμαι τὸ μὴ δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων, λέγω δὲ τὰ διὰ τοῦ σκῶ, ἔχειν πρὸ τέλους δίφθογγον ἐκφωνουμένην, ὅτι μὴ τὴν διὰ τοῦ ῦ, πιφαύσκω. ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον διὰ τὸ μιμναίσκω καὶ θναίσκω. ὥστε ὅτε λέγει ἐίσκω κατὰ διαίρεσιν, ὑγιῶς πάνυ ἀποφαίνεται, εἴγε παρὰ τὸ εἰδῶ ἐξέπιπτε μέλλων ὁ εἴσω, ὃς ώφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ ἐίσκω, ὡς μεθύσω μεθύσκω, δράσω δράσκω. ἀλλʼ ἐπεὶ ἀνέφικτον ἦν χωρῆσαι τὴν τοιαύτην δίφθογγον πρὸ τῆς σκω παραγωγῆς, διαιρέσει ἐχρήσατο· ὤπου δὲ οὐ παραδέχεται αὐτὸ ἡ διαίρεσις, ἐκεῖ ἐκβάλλει τὸ ε.