Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.334
Not analysed yet
802, 803. ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον κεῖνται πρὸ τῆς Πατρόκλου ἐξόδου (Il. 16, 44), ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπὶ ναυσὶ μάχης συνεστώσης· οὐδὲ γὰρ νῦν συμβέβηκεν ἤδη τοὺς Τρῶας ἐπὶ ταῖς ναυσὶν αὐταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας. διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου τοῦ ῥεῖα δέ κ’. οἱ δὲ τοῖς ἑξῆς συνάπ- τοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσιν· μᾶλλον γὰρ τὸ κεκμηῶτας ἀῦτῇ λόγον ἔχει.