Ancient Greek
1.335 to 1.349
Scholia in Homerum, Scholia in Iliadum 1.335-349
Not analysed yet
807. ἵξε θέων Πάτροκλος] πρὸς τὸ τοῦ στρατοπέδου διάγραμμα, ὅτι ὑποτίθεται κατὰ μέσον τοῦ ναυστάθμου θεατροειδῆ τόπον εἰς ὄχλου συναγωγήν. ἵνα σφʼ ἀγορή τε θέμις τε] ὅπου αὐτοῖς τά τε νια ἐπιπράσκετο καὶ τὰ δικαστήρια ἐγίνετο· ἡ γὰρ Θέμις ἐπόπτης τῶν ἐκκλησιῶν· “Ζεὺς δὲ δέμιστι κέλευσε θεοὺς ἀγορήνδε καλέσσαι” (Il. 20, 4). 808. τῇ δὴ καί] ὅπου καὶ τῶν πλευσάντων ἐπὶ τὴν Ἴλιον ἑκάστῳ πατρῷων θεῶν βωμοὶ κατεσκευασμένοι ἦσαν. 809. *ὅτι τετώξευται. 811. νότιος] ὑγρὸς, ἢ πολὺς, ἢ ἐκ τοῦ νοσεῖν τὸ σῶμα γινόμενος. 817. ἐμέλλετε] ὅτι ἀντὶ τοῦ ὡς εἰκὸς ἦν, ὡς ὑποκείμενον ἦν ὑμῖν τὸ παθεῖν. 818. *ἀργέτι δημῶ] γράφεται ἠδʼ οἰωνούς. 822. *βεβλημένος] ἐν ἄλλῳ πεπνυμένος. 824. ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσὶν, οἷον ἐνσείσουσιν, (ῥμπρήσουσιν]. 831. *δεδιδάχθαι] Ζηνόδοτος δεδαάσθαι. 832. ὃν λείρων ἐδίδαξε] ὅτι Ὀμηρος δεδιδάχθαι μέν φησιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ ἄείρωνος τὸν Ἀχιλλέα, περὶ μέντοι τῆς παρʼ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς τούτου. 842. δικαιότατος Κενταύρων] τὸ ὑπερθετικὸν κεῖται ἀντὶ τοῦ ἀπολύτου· ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ τούτῳ τὸ “μελάντερον ἠύτε πίσσα” (Il. 4, 277). 834. ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· ὁ γὰρ Μαχάων ἐστὶν ὁ τετρωμένος. 838. *ἴοι] Ζηνόδοτος διὰ τοῦ η ἔην. 841. *σεῖο μεθήσω] Ζηνόδοτος σεῖʼ ἀμελήσω. ποιητικώτερον δὲ τὸ ἕτερον. 844. μαχαίρῃ] ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον, εἰς τὰς τοιαύτας χρείας εὐθετοῦν. βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν πρὸς τὸ σαφές.