Ancient Greek
1.339 to 1.341
Scholia in Homerum, Scholia in Iliadum 1.339-341
Not analysed yet
698. μὴ ὄφελες] ἀντὶ τοῦ οὐκ ὄφελες. ἀεὶ δὲ ἀντιστασιώτης τοῦ Ἀχιλλέως ὁ Διομήδης εὑρίσκεται. *διὰ τοῦ δ. οὕτως Ἀρίσταρχος, μηδʼ ὄφελες. *ὅτι ταῦτα κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεὺς ἀκήκοεν. 699. ἀγήνωρ] ὅτι ἐνίοτε μὲν ἐπὶ ἐπαίνου ὁ ἀγήνωρ, ὁ ἄγαν τῇ ἠνορέῃ καὶ τῇ ἀνδρείᾳ χρώμενος, νῦν δὲ ἐπὶ ψόγου, ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας ὑπερπεπτωκὼς εἰς ὕβριν. *καὶ ἄλλως] γράφεται καὶ αὕτως. 700. ἐνῆκας] ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ α ἀνῆκας· καὶ ἔστιν Ὁμηρική πως ἡ γραφή· “ἄφρονα τοῦτον ἀνέντες (Il. 5, 761).