Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.342
Not analysed yet
709. ὀτρύνων· καὶ δʼ αὐτός] ὅτι τὸν λόγον τοῦτον ἀκήκοεν κατὰ τὸ σιωπώμενον ὁ Ἀχιλλεύς. διό φησιν “οὐ γὰρ Τυδείδεω Διομή- δεος ἐν παλάμῃσι μαίνεται ἐγχείη” (Il. 16, 74). καὶ ὅτι τῷ ἀπα- ρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται. καὶ ὅτι τῇ ἐχομένῃ Ἀγαμέμνων ἀριστεύει. Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.