Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.34
Not analysed yet
57. *ἧ μὴν] διὰ τοῦ ε αἱ Ἀριστάρχον, ἦ μέν. ἡ μὲν συνήθεια στίζει μετὰ τὸ ἐσσί, τὸ δὲ ἑξῆς συνάπτει. ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν “ἦ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφι,” δῆλον ὅτι τὰ διὰ μέσον λεγόμενα “ἐμὸς δέ κε καὶ πάῖς εἴης” τῆς ἐοικυίας διορθώσεως τεύξεται. οὐδὲ πάλιν ἐρέει] ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι λέγειν “ἐμὸς ἂν παῖς εἴης” κατὰ τὴν ἡλικίαν, πρὸς ἐπιτίμησιν τοῦ πολέμου. τὸ δὲ πάλιν (56) οὐκ ἔστιν ἐκ δευτέρου ὡς ἡμεῖς, ἀλλʼ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως.