Ancient Greek
1.35 to 1.43
Scholia in Homerum, Scholia in Iliadum 1.35-2-43
Not analysed yet
58. *ὁπλότατος] γρ. ὁπλότερος. τὸ Ἀργείων βασιλῆας δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμφοτέροις· τοὺς Ἀργείων βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις· εἴτε τοῖς ἑξῆς, γίνεται βασι- λεῖς ἔειπες. 61. *διίξομαι] διελεύσομαι τὰ πράγματα ἀπʼ ἀρχῆς μέχρι τέλους. -δασυντέον τὸ διίξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο. ἐπιφέρει γοῦν “ἀτὰρ οὐ τέλος ἵκεο μύθων.” 63. ἀφρήτωρ κοινῶς ὁ φρατρίας καὶ συγγενείας μὴ μετέχων, ἀπάνθρωπος. ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς. ἄδικος καὶ ἄνομος καὶ θηριώδης, ἵποῦ καὶ οἱ Κύκλωπες θεμιστεύ- ουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν. 64. *ἔραται] ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική. 66. φυλακτῆρες] Ἀρίσταρχος διὰ τοῦ α φυλακτῆρας τοὺς φύλακας. 67. *λεξάσθων παρὰ τάφρον] διαταγήτωσαν. *ὅτι ἀντὶ τοῦ λεξάσθωσαν. *γράφεται καὶ περὶ τάφρον. 70. δαίνυ δαῖτα γέρουσιν] παρασκεύαζε τὴν εὐωχίαν τοῖς ἐντίμοις, ἢ ἐφ’ ἑστίασιν ἄγε τοὺς πρωταγωνιστάς. 71. ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. πρὸς τὸ “παρῴχηκεν δὲ πλέω νύξ” (Il. 12, 252) ἀντὶ τοῦ πλήρης. 72. *ἠμάτιαι] ἀνὰ ἑκάστην ἡμέραν, ἢ διὰ μιᾶς ἡμέρας.