Ancient Greek
1.34 to 1.35
Scholia in Homerum, Scholia in Iliadum 1.34-2-35
Not analysed yet
61. στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἀφʼ ἑτέρας ἀρχῆς πευστικῶς τὰ ἑξῆς προενεκτέον. 65. ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ, μένειν ἀντὶ τοῦ μένε. τὸ δὲ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ ἤμβροτες. τινὲς γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν, ἀλλʼ ἁμαρτῆσαι, ὥστε καὶ στέρησιν ἐγκεῖσθαι.