Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Κ.
Scholia in Homerum, Scholia in Iliadum 1.36-3
Not analysed yet
67. φθέγγεο] τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος ὥν, μή πως ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι (85) “φθέγγεο μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο.” καὶ ἐγρήγορθαι ἄνωχθι] τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύ- νοντες, οὐκ ἐχρῆν δέ. εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγορέναι, εἴτε παθητικὸς, ὀφείλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμ- φατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τετίλθαι ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι, τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγό- μενα, μὴ παρʼ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνος ὁμοίως τοῖς προκειμένοις. ἄνωχθι] ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ μᾶλλον ἤπερ παρακει- μένου. ἀναλογώτερον δὲ παρὰ Καλλιμάχῳ “ἄνωγε δὲ πορθμέα νεκρῶν.” καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ ἐν τῷ ἄνωχθι διὰ τὸ θ. ὁ μὲν οὖν Ἀπολλώνιος εἰς ε βούλεται εἶναι τὰ τοῦ παρα- κειμένου προστακτικὰ, καὶ ἱκανῶς τῷ λόγῳ συνηγορεῖ· ὁ δὲ Ἡρω- διανὸς εἰς θι τοὐναντίον· μηδὲ γὰρ εἶναι τὴν εἰς ε κατάληξιν.