Ancient Greek
1.346 to 1.347
Scholia in Homerum, Scholia in Iliadum 1.346-347
Not analysed yet
697. ἀγχίαλόν τʼ Ἀντρῶνα] ὅτι Ζηνόδοτος γράφει ἀγχιάλην τʼ Ἀντρῶνα. καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. 699. ἔχεν κάτα] εἰ συντάσσεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναστρέ- φεται· πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς φησὶν ἐν ἄλλοις “τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα” (Il. 3, 243).