Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.345-2
Not analysed yet
696. Δήμητρος τέμενος] ὅτι οὐ τὸν Πύρασον λέγει Δήμητρος τέμενος, ἀλλὰ πόλις ἐστὶ Δημήτριον καλουμένη. τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον· ἡ Δημήτριον γὰρ πόλις καθʼ ἑαυτήν ἐστιν. ἀσυνδέτως δὲ ἐξενήνεκται, ὡς καὶ ἀπάνω Ἑρμιόνην Ἀσίνην τε (560). Τροιζῆνα Ηϊόνας τε (561)· ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ἀσύνδετα. οἱ δὲ πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵν᾿ ὁ Πύρασος λέγηται Δήμητρος τέμενος διʼ εὐκαρπίαν, κακῶς.