Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.355
Not analysed yet
609. πρὸς ὃν λέχος] ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν, πρὸς ὃ λέχος. οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρσενικοῦ καὶ οὐδετέρου. Κρόνου καὶ Ῥέας ἐγένοντο υἱοὶ ἄρρενες τρεῖς, Ζεὺς Ποσειδῶν καὶ Ἅιθης, θυγατέρες δὲ τρεῖς, Ἑστία Δημήτηρ Ἥρα. τούτων, φασὶν, ἐπὶ τῆς Κρόνου δυναστείας ἠράσθησαν. τὸν δὲ Δία καὶ Ἥραν ἐπὶ ἐνιαυτοὺς τριακοσίους, ὡς φησι Καλλίμαχος ἐν δευτέρῳ αἰτίων “ὥς τε Ζεὺς ἐράτιζε τριηκοσίους ἐνιαυτούς.” λάθρα δὲ τῶν γονέων ἀλλή- λοις συνερχόμενοι ἔσχον υἱὸν Ἥφαιστον οὐχ ὁλόκληρον, ἑκατέρους δὲ τοὺς πόδας χωλὸν, ὥς φησιν αὐτὸν ἀμφιγυήεντα ὁ ποιητής. ὅτι δὲ λάθρα τῶν γονέων συνήρχοντο ἀλλήλοις μαρτυρεῖ καὶ ὁ ποιητὴς λέγων “εἰς εὐνὴν φοιτῶντε φίλους λήθοντο τοκῆας” (ΙΙ. 14, 296). μετὰ δὲ τὴν τῶν Τιτάνων ὑπὸ Διὸς καθαίρεσιν καταταρταρωθέντος Κρόνου Ζεὺς καὶ Ἥρα διαδεξάμενοι τὴν ἐν οὐρανῷ βασιλείαν μέχρι τοῦ νῦν θεῶν τε καὶ ἀνθρώπων βασιλεύουσιν, ἀλλήλοις ἡρμοσμένοι, τῆς Ἥρας τελείας καὶ συζυγίας προσαγορενομένης, παῤ ὅσον ἀδελφὴ μόνη ἀνδρὸς ἔτυχε τοιούτου. ἔσχε δὲ Ἥβην θυγατέρα, ἣν οἰνοχόον θεῶν παρίστησιν ὁ ποιητής. βραχὺ διασταλτέον ἐπὶ τὸ ἀστεροπητής· τὸ γὰρ ἐπιφερόμενον ἔνθα τόπον σημαίνει. ἐν δὲ τῷ ἑξῆς στιγμὴν τελείαν θετέον ἐπὶ τὸ ἱκάνοι· πρεπωδέστερον γὰρ ἐκεῖ ἐκ τοῦ ἔνθα τὸ ἐνταῦθα σημαί- νεσθαι.