Ancient Greek
1.345 to 1.354
Scholia in Homerum, Scholia in Iliadum 1.345-354
Not analysed yet
593. κάππεσον ἐν Λήμνῳ] πρὸς τὰ περὶ Ὀλύμπου· παράκειται γὰρ ἡ Λῆμνος τῇ Θρᾴκη. τινὲς δὲ μεταποιοῦσιν ἐς Λῆμνον· ἀλλ᾿ ὁ ποιητὴς χρῆται τῷ τοιούτῳ σχήματι· “ἐν δ᾿ ἔπεσ᾿ Ὠκεανῷ” (ΙΙ. 8, 485)· “κάππεσεν ἐν κονίῃσι” (ΙΙ. 15, 538)· “θοῇ ἐν νηὶ πέσῃσιν” (ib. 624). οὕτως Ἀρίσταρχος. 594. σίντιες] ἀπὸ τοῦ σίνεσθαι καὶ βλάπτειν, ὄντας πειρατάς. ἢ ὅτι δοκοῦσιν αὐτοὶ πρῶτοι ἐπινενοηκέναι τὰ πρὸς τὸν πόλεμον ὅπλα· ταῦτα γὰρ ὁμολογουμένως βλάπτει. 596. *μειδήσασα δέ] βραχὺ μετὰ τὸν σύνδεσμον διασταλτέον. *παιδὸς ἐδέξατο] ὅτι ἐλλείπει ἡ παρά πρόθεσις, ἴν᾿ ᾖ παρὰ παιδός. 597. ἐνδέξια] ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενος. 598. ᾠνοχόει] οὕτως οἰνοχόει Ἀρίσταρχος. Ἰακῶς· καὶ ἐν τῇ Ἀργολικῇ καὶ Μασσαλιωτικῇ καὶ Ἀντιμαχείῳ καὶ ἐν τῇ Ζηνοδότου καὶ Ἀριστοφάνους. 600. Ἥφαιστον] δασύνεται διὰ τὴν ἐτυμολογίαν· παρὰ γὰρ τὸ ἅπτω ἐγένετο. 602. βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ ἐν τῷ ἑξῆς κοινόν ἐστι τὸ ἐδεύετο. 603. ὁ λόγος· ὥσπερ τῆς εὐωχίας ἐνδεεῖς οὐκ ἦσαν οἱ θεοὶ, οὕτως οὐδὲ τῆς Ἀπόλλωνος μουσικῆς, ὁμοίως δὲ οὐδὲ τῆς τῶν Μουσῶν ᾠδῆς, αἵτινες καὶ αὐταὶ Ἀπόλλωνος κιθαρίζοντος ἐκ διαδοχῆς καὶ παρὰ μέρος ᾖδον. 606. οἱ μὲν κακκείοντες ἔβαν] ὅτι οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴκαδε καὶ κοιμῶνται. πρῶτος δὲ Ὅμηρος ἀφορμὴν ἔδωκε τοῖς ἀπὸ τῶν μαθημάτων εἰρηκόσιν ἕκαστον τῶν θεῶν ἴδιον οἶκον ἔχειν. 607. *ἧχι] Ἀρίσταρχος τὸ ἧχι χωρὶς τοῦ ι γράφει, καὶ Διονύ- σιος. παρατίθεται δὲ ὁ Διονύσιος τοὺς Δωριεῖς λέγοντας ἇχι. ὁ ἀμφιγυήεις τοῦ ἀμφιγυήεντος, διότι τὰ εἰς εις λήγοντα ἀρσενικὰ διὰ τοῦ εντος κλίνεται, οἷον τολμήεις τολμήεντος, τελήεις τελήεντος. οὕτως καὶ ἀμφιγυήεις ἀμφιγυήεντος. [608. γράφεται ποίησ᾿ εἰδυίῃσι πραπίδεσσι.]