Ancient Greek
1.355 to 1.370
Scholia in Homerum, Scholia in Iliadum 1.355-2-370
Not analysed yet
727. ἀλλὰ Μέδων κόσμησεν] ὅτι Ζηνόδοτος γράφει τοὺς δὲ Μέδων κόσμησεν, ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρη- μένους στίχους. 730. Οἰχαλίην] ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθ᾿ Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας. 731. *Ἀσκληπιοῦ] οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκλη- πιοῦ. 733. *τοῖς δέ] οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρχος, ὡς πρόκειται. 735. Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα] Ἀστέριον, ὅτι ἐφʼ ὑψηλοῦ ἐστὶ τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτω κέκληται. Τιτάνοιο δὲ διὰ τὸ λευκόν (τίτανος γὰρ ἡ κονία), καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας. Ἀστέριον] διαφανὴς καὶ ἐφʼ ὕψους κειμένη πόλις. 739. Ὄρθην] οὕτως ὡς Σπάρτην. ἵνʼ ἡ ἴδιον. Ἠλώνην τε] ὡς κορώνην. ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρου. Ὀλοοσσόνα λευκήν] οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Ὀλοοσσόνα δὲ οὕτως παροξυτόνως φησὶν ἐν τῇ καθόλου. 740. ὁ Πολυποίτης ἦν τοῦ Πειριθόου παῖς, ὅν φασιν οὕτως ὠνο- μάσθαι ὑπὸ τοῦ πατρὸς διὰ τὸ πολλοῖς ἐπιθεῖναι ποινὴν, ὁ ἐστι τιμω- ρίαν, τῶν Κενταύρων, ὁπότε εἰς τοὺς γάμους τῆς μητρός αὐτοῦ Μελανίππης ὑβρίσαι ἐπεχείρησαν. 741. τὸν ἀθάνατος τέκετο Ζεύς] ὅτι Ζηνόδοτος γράφει τὸν ἀθάνα- τον τέκετο Ζεύς· ὅπερ ψεῦδος. 742. *κλυτὸς Ἱπποδάμεια] ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶπεν. 744. Αἰθίκεσσι] Δημοκρίνης ἀγνοήσας Αἰθιόπεσσιν ἔγραφε κακῶς. 745. οὐκ οἶος, ἄμα τῷ γε] ὅτι διὰ μέσου τὰ περὶ τοὺς Κενταύ- ρονς παριστόρηται. τὸ δὲ ἑξῆς ἐστὶ τοῦ λόγου, τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης, οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος. 750. Δωδώνην] χωρίον ἐν Ὑπερβορέοις τῆς Θεσπρωτίας, ἱερὸν Διὸς, ἔνθα τὸ ἐκ δρυὸς μαντεῖον τοῦ Δωδωναίου Διός. 751. *ἔργʼ ἐνέμοντο] Ἰακῶς τὸ νέμοντο Ἀρίσταρχος. 755. ἀπορρώξ] Ἀρίσταρχος ὀξυτόνως ὡς θυλακοτρώξ. καὶ ἡ σύν- θεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅ τι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν. ὀξυτόνως ἀπορρώξ ἡ ἀπορροὴ, βαρυτόνως δὲ τὸ ἀπόρρηγμα. *εἰς αὐτὸν γὰρ ὀμνύουσιν οἱ ἐπιχώριοι. 756. *ἦρχε] χωρὶς τοῦ ν τὸ ἦρχε, διὰ τὸ ἐπιφέρεσθαι δύο σύμμ- φωνα. 763. *ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.