Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.371
Not analysed yet
764. ποδώκεας] τινὲς ὡς εὐσεβέας· καὶ οὕτως αἱρεῖ ὁ λόγος, εἴ γε καὶ τὸ ποδώκης ὀφείλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυ- λάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδριμυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης. παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι “ποδώκης δῖ᾿ Ἀταλάνη.” τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασι καὶ ἐπὶ τούτου “ὃς δή τοι εἶδος μὲν ἔην κακὸς, ἀλλὰ ποδώκης” (Il. 10, 316).