Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.372
Not analysed yet
765. οἰέτεας] ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχημα- τισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικὰ, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής εὐκλεής εὐειδής· οὕτως δὲ καὶ εὐτειχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλʼ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· ἑξετέα γὰρ ἀδμήτην (Il. 23, 266) ἀναγινώ- σκουσιν ὡς εὐσεβέα. σταφύλῃ] οὕτως σταφύλῃ ὡς κοτύλῃ. ἔστι δὲ ἄμφω ἴσας τὸ νῶτον ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι λαοξικῷ διαβήτῃ, ὃς ἄμα πλάτος καὶ ὕψος μετρεῖ· ὁ δὲ διαβήτης μόνον πλάτος. συντόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέ- ρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμ- φαίνειν, ὡς τὸ “καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα” (Od. 15, 418) καὶ τὸ “οὐ δέμας οὐδὲ φυὴν, οὔτʼ ἄρ φρένας, οὔτε τι ἔργα” (Il. I, 115).