Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Β.
Scholia in Homerum, Scholia in Iliadum 1.39-2
Not analysed yet
76. ἤτοι ὅγ᾿ ὣς] ἀπὸ τούτου ἕως τοῦ ἀλλ᾿ ἄγετ᾿ αἴ κέν πως (83) ἀθετοῦνται στίχοι ὀκτὼ, ὅτι οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Ἀγαμέμνονος λέγει “ἤτοι ὅγ᾿ ὣς εἰπὼν κατ᾿ ἄῤ ἕζετο,” ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ, ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν “εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, ψεῦδός κεν φαῖμεν.” οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέμνονος ἐπενεχθήσεται “πείθοντο δὲ ποι- μένι λαῶν” (85). μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν. ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους.