Ancient Greek
1.40 to 1.44
Scholia in Homerum, Scholia in Iliadum 1.40-2-44
Not analysed yet
77. *μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχον τελείαν στιγμὴν θετέον. 86. *ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν ει σύνδεσμον. 82. νῦν δ᾿ ἴδεν ὃς μέγ᾿ ἄριστος] οἷς οἰκεῖον τὸ μεριμνᾶν, τούτοις ἀληθεῖς αἱ ἐμφάσεις· καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν ψεύσαιτο. 85. διαστολὴ ἐπὶ τὸ ἀνέστησαν καὶ λαῶν. κοινὸν δὲ τὸ σκηπτοῦ- χοι βασιλῆες κατ᾿ ἀμφοτέρων. 86. *στικτέον κατὰ τὸ λαοί, ἵνα ἀπ᾿ ἄλλης ἀρχῆς ἡ παραβολὴ γενομένη ὑποστίζηται μέχρι τοῦ αἱ δέ τε ἔνθα (90)· οὕτως γὰρ βέλτιον.