Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Η.
Scholia in Homerum, Scholia in Iliadum 1.39-4
Not analysed yet
93. αἴδεσθεν μὲν ἀνήνασθαι] δειλῶν γάρ· δεῖσαν δὲ διὰ τὰς σπον- δὰς, ἢ περιμένοντες κέλευσιν, ὡς δῆλον ἀπὸ τῶν ἑξῆς, ἢ ὑπὸ θεοῦ ὡρμῆσθαι αὐτὸν ὑπονοοῦντες πρὸ ὀλίγου ἡττώμενον· καὶ γὰρ καὶ τοῦ Διομήδους ἀκηκόασι τὸ “παρὰ γάρ οἱ κεῖνος Ἄρης” (Il. 5, 604). ἢ διὰ τὸ “νὺξ δʼ ἤδη τελέθει” (282)· καὶ παροιμία “ὅ τοι θρασὺς πρὸς ἔργον ἐκ πολλοῦ κακός.” ὁ Ἐπίχαρμος “ὅ τοι κακὸς θαρρεῖ μάλʼ αὐτόθεν, ἔπειτα φεύγει.” ἔστιν δὲ τὸ ἔπος ἰσόκωλον, ὅπερ ἐστὶ φράσις δύο ἢ πλειόνων κώλων ἀπηκριβωμένων ἀλλήλοις πρὸς ἀντιστρόφου ἐμφέρειαν· δεύτερον δέ “χρὴ ξεῖνον παρεόντα” (Od. 15, 74), τρίτον, ὁμοιόπτωτον καὶ ὁμότονον Ὕλλῳ ἐπʼ ἰχθυόεντι” (Il. 20, 392). τινὲς δείσαντες Ἀγαμέμνονα, ὡς καὶ “σιγῇ δεδιότες” (Il. 4, 431).