Ancient Greek
1.40 to 1.42
Scholia in Homerum, Scholia in Iliadum 1.40-3-42
Not analysed yet
95. νείκει ὀνειδίζων] ἔν τισι τῶν ὑπομνημάτων νείκεʼ ὀνειδίζων ἔξω τοῦ ῑ, ὥστε κατὰ συναλοιφὴν νοεῖσθαι τὸ ὑγιὲς νείκεε. *ἔν τισιν νείκεʼ ὀνειδίζων. 96. ἀπειλητῆρες] καυχηταὶ, ἀπειλεῖν εἰδότες καὶ ἐπαγγέλλεσθαι. τοὺς δὲ τοιούτους καὶ καυχηματίας λέγουσιν. ἐν ἄλλῳ, ὑβρισταί. 97. *αἰνόθεν αἰνῶς] ἐκ δεινοῦ δεινὰ, ἢ καὶ τῶν δεινῶν δεινότερα. τῶν δεινοτάτων δεινή ἐστιν ἡ λώβη.