Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.4-3
Not analysed yet
5. *ὅτι τὸν κύνα λέγει ἀστέρα. ὁ δὲ τέ περισσός. ἰστέον ὅτι διαφέρει ἀστὴρ ἄστρου ταύτῃ, ᾗ ὁ μὲν ἀστήρ ἐστιν ἓν σῶμα φύσεως θειοτέρας ἐννοίας ποιούμενος, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων συγκείμενον ἀστροθέτημα, ὅπερ μιᾷ φαντασίᾳ ὄφεως ὑπο- πίπτει μετά τινος ἱστορίας τὴν ἀπόδοσιν ἔχον, οἷον ὁ διεζωκὼς δρά- κων τὰς δύο ἄρκτους καὶ τὰ λοιπά. ταῦτα δὲ κεῖται ἐν τῷ ἀρκτικῷ κύκλῳ, ὃς καὶ Βόρειος καὶ ἀειφανὴς προσαγορεύεται. ὁ δὲ ἀντικεί- μενος τούτῳ κύκλος ἀνταρκτικὸς καὶ ἀφανὴς καὶ νότιος καλεῖται.