Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ε.
Scholia in Homerum, Scholia in Iliadum 1.5-3
Not analysed yet
6. *παμφαίνῃσι] ὅτι ἀντὶ τοῦ παμφαίνῃ. πλεονάζει δὲ Ἴβυκος τῷ τοιούτῳ. ἐλλείπει δὲ ἡ ἐξ. Ὠκεανοῖο] λείπει ἡ ἐξ. Ὠκεανὸς δὲ ὁ ὁρίζων, παρὰ τὸ ὠκέως περὶ αὐτὸν ἀνύεσθαι τὸν δρόμον τῶν ἄστρων. ὥσπερ δὲ ἐπὶ σωμάτων τὰ λαμπρότερα λελοῦσθαί φαμεν, οὕτως καὶ ἐπὶ ἡλίου “πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοάων” (Il. 18, 240).