Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.4-6
Not analysed yet
4. *ἄνεμοι] ἡ Ἀριστοφάνειος ἀνέμω δυικῶς. καλῶς δύο ἀνέμους παρέλαβεν ταράσσοντας τὸ πέλαγος, ἵνα καὶ δύο πάθη ψυχῆς παραστήσῃ. ὥσπερ, φησὶν, εἰώθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ, οὕτω καὶ οἱ Ἕλληνες ἐταράσ- σοντο ὑπὸ τῶν δύο χαλεπωτάτων παθῶν, λύπης τε καὶ φόβου.