Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Ι.
Scholia in Homerum, Scholia in Iliadum 1.3-6
Not analysed yet
3. βεβολήατο] ὅτι ἔνιοι βεβλήατο, καὶ Ζηνόδοτος οὕτως. ἐπὶ δὲ τῆς κατὰ ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει· ἐπὶ δὲ τῆς κατὰ σῶμα πληγῆς οὐκέτι οὕτως. τὸ βεβολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοι- οῦτόν ἐστι καὶ τὸ “πεφοβήατο δινήεντα” (Il. 21, 206) καὶ τὸ “ἦ ῥά νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν” (Il. 3, 183).