Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Δ.
Scholia in Homerum, Scholia in Iliadum 1.41
Not analysed yet
109. κέρα] ἀποκοπή ἐστι τοῦ κέρατα· Ἡρωδιανὸς συναλοιφὴν τοῦ κέραα. τὸ δὲ χρέεα χρέα συγκοπή. ἑκκαιδεκάδωρα] δῶρον καλεῖται ὁ παλαιστὴς, ὅ ἐστιν ἔκτασις τῶν τῆς χειρός τεσσάρων δακτύλων. ἢ καὶ ἑκκαίδεκα ἐνιαυτῶν. ὦρος γὰρ ὁ ἐνιαυτός· ὅπερ ἄτοπον. καὶ ποῦ ἐστὶ κέρας δύο ἥμισυ πηχῶν; ἀλλʼ οὐκ ἐπὶ ἑκατέρου φησὶν, ἀλλʼ ἀμφοτέρων. Ἀλέξανδρος δέ φησιν ἐν Δήλῳ κεῖσθαι κέρατα ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης, κριοῦ μὲν δίπηχυ καὶ δακτύλων ὀκτὼ, ἰσοσταθμούμενα δὲ μνῶν εἴκοσι ἥμισυ, τράγου δὲ πηχῶν δύο καὶ σπιθαμῆς καὶ σταθμοῦ ἴσου. *Ἰακῶς τὸ πεφύκει.