Ancient Greek
1.42 to 1.43
Scholia in Homerum, Scholia in Iliadum 1.42-43
Not analysed yet
112. ἐπὶ τὸ τανυσσάμενος βραχὺ διασταλτέον· πρὸς γὰρ τῇ γῇ ἀνέκλινεν αὐτὸ πρότερον ἐντείνας τὴν νευράν. ποτὶ γαίῃ ἀγκλίνας] πρὸς τῇ γῇ ἐπερείσας ἑαυτὸν, δηλονότι τοῦ μὴ ὁραθῆναι ὑπὸ τῶν Ἑλλήνων. 117. ἀθετεῖται, ὅτι νῦν ἀπλῶς ἄβλητον καὶ μηδέποτε βεβλη- μένον καὶ ἀφειμένον, οὐχ Ὁμηρικῶς· τὸ γὰρ βάλλειν Ὅμηρος οὐκ ἐπὶ τοῦ ψιλῶς προέσθαι τίθησιν. καὶ διὰ τοῦ μελαινέων ἕρμ᾿ ὀδυνάων οὐχ ὃ θέλει λέγει· ἕρμα γὰρ καθʼ Ὅμηρον ἔρεισμα καὶ κώλυμα, οὐ γίνεται δὲ ὀδυνῶν κώλυμα τὸ βέλος. *μελαινέων] οὕτω διὰ τοῦ ε διὰ τὸ μέτρον.