Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ Λ.
Scholia in Homerum, Scholia in Iliadum 1.41-2
Not analysed yet
78—83. ἀθετοῦνται στίχοι ἓξ, ὅτι ψεῦδος· οὐ γὰρ δύνανται πάντες τὸν Δία αἰτιᾶσθαι βοηθοῦντα τοῖς Τρωσὶν, ἀλλʼ οἱ τῶν Ἑλλήνων βοηθοί. καὶ τὸ “ὁ δὲ νόσφι λιασθεὶς τῶν ἄλλων ἀπάνευθε καθέζετο” ὡς ἐπὶ ταὐτὸ συνηθροισμένων αὐτῶν λέγει· προείρηκε δὲ “οἱ δʼ ἄλλοι οὗ σφιν πάρεσαν θεοί,” ἀπό τε τοῦ Ὀλύμπου οὐ παρεισάγεται θεωρῶν τὴν ἐπὶ τῆς Τροίας μάχην, ἀλλʼ ἀπὸ τῆς Ἵδης, ὅθεν διὰ τῶν ἑξῆς μεταβαίνει εἰς αὐτόν. τούτους καὶ Ἀριστοφάνης ἠθέτει, παρὰ δὲ Ζηνοδότῳ οὐδὲ ὁγρά. φοντο.