Ancient Greek
Volume 1, EIΣ THN Γ.
Scholia in Homerum, Scholia in Iliadum 1.43-2
Not analysed yet
75. ἱππόβοτον] Ἴασος καὶ Πελασγὸς Τριόπα παῖδες· τελευτή- σαντος δὲ αὐτοῖς τοῦ πατρὸς διείλοντο τὴν βασιλείαν. λαχὼν δὲ Πελασγὸς μὲν τὰ πρὸς Ἐρασῖνον ποταμὸν ἔκτισε Λάρισαν, Ἴασος δὲ τὰ πρὸς Ἦλιν. τελευτησάντων δὲ αὐτῶν ὁ νεώτατος ἀδελφὸς Ἀγήνωρ ἐπεστράτευσε τῇ χώρᾳ, πολλὴν ἵππον ἐπαγόμενος, ὅθεν ἐκλήθη ἱππόβοτον μὲν τὸ Ἄργος ἀπὸ τῆς Ἀγήνορος ἵππου, ἀπὸ δὲ Ἰάσου Ἴασον. ἱστορεῖ Ἑλλάνικος ἐν Ἀργολικοῖς. Ἀχαιίδα καλλιγύναικα] τὴν πᾶσαν Ἑλλήνων γῆν Ἀχαιίδα φησὶ καλλιγύναικα· τῷ δὲ ἔρωτι Ἑλένης τὴν πᾶσαν τοιαύτην εἶναι μαντεύεται. ἔβαλλον] ὅτι Ὅμηρος τὸ βάλλειν ἐπὶ τοῦ τιτρώσκειν τίθησι· νῦν δὲ ἔμφασιν ἔχει.