Ancient Greek
1.38 to 1.42
Scholia in Homerum, Scholia in Iliadum 1.38-2-42
Not analysed yet
63. ὡς σοί] ἡ σοί ἀντωνυμία ὀρθοτονεῖται νῦν διὰ τὴν ἀντιδια- στολήν. 64. μή μοι δῶρʼ] τὸ ἑξῆς ἐπεί με κατʼ αἶσαν ἐνείκεσας, μή μοι δῶρα. διὰ μέσου δὲ ἡ παραβολή. 65, 66. πρὸς τὸ ζητούμενον, πῶς, εἰ οὐκ ἔστιν ἀπόβλητα, ἑκὼν οὐκ ἄν τις ἕλοιτο; ἀπόβλητα] τὰ ὑπὸ τῶν θεῶν, φησὶ, διδόμενα δῶρα οὐκ ἔστιν ἀρνή- σασθαι οἷα ἄν εἰσιν· μὴ διδόμενα δὲ παρʼ αὐτῶν ἀδύνατόν τινα λαβεῖν οἰκείᾳ σπουδῇ. 71. κρείσσων] ὅτι Ζηνόδοτος γράφει χωρὶς τοῦ ν κρείσσω. τὰ δὲ τοιαῦτα συγκριτικὰ ἐπὶ τῆς ὀρθῆς ἔχει τὸ ν. 74. ναίοιτε] ὅτι Ζηνόδοτος γράφει ναίοιμεν. γελοῖος δέ ἐστιν ἑαυτὸν καταριθμῶν τοῖς ὕστερον οἰκήσουσι τὴν Τροίαν, ἀδηλότητος οὔσης εἰ νικήσει.