Ancient Greek
Volume 1, ΕΙΣ ΤΗΝ M.
Scholia in Homerum, Scholia in Iliadum 1.44-8
Not analysed yet
93. ὅτι ὡς ἐπὶ τοῦ δευτέρου τάγματος ἑτέρων εἴρηκεν· ἢ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν. Πάριν κατὰ γαστρὸς ἔχουσα ἡ Ἑκάβη ὄναρ ἐθεάσατο ὅτι ἔτεκε δαλὸν ὑφʼ οὗ πᾶσα κατεφλέχθη ἡ πόλις. τὸ οὖν τεχθὲν οὐ γνώμῃ τῶν μάντεων ἐξετέθη, ἀλλὰ γνώμῃ θεῶν ὑπὸ τοῦ εὑρόντος ἐτράφη βουκόλου, ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις, οὐχ ὥς τινές φασιν, ὅτι ἐν πήρᾳ ἐτράφη, ἀλλʼ ὅτι τὸν μόρον παρῆλθεν ὕστερον δὲ Ἄλέξανδρος, ὅτι τῇ πατρίδι ἠλέξησεν, ὅ ἐστιν ἐβοήθησε, πολεμίων ἐπελθόντων.