Ancient Greek
1.45 to 1.51
Scholia in Homerum, Scholia in Iliadum 1.45-6-51
Not analysed yet
96. ὅτι πλεονάζει ἐν Ἰλιάδι τὰς ἐπαναλήψεις, ἐν Ὀδυσσείᾳ δὲ ἅπαξ. πρὸς τοὺς χωρίζοντας. 97. ὅτι Σελλήεις ποταμὸς ἐπʼ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας. 105. τυκτῇσι βόεσσι] ταῖς εἰργασμέναις βύρσαις. λέγει δὲ ταῖς ἀσπίσιν. οὐδέποτε δὲ βοῦν ἀπλῶς λέγει τὴν ἀσπίδα, ἀλλὰ μετά τινος ἐξ οὗ γνωρίζεται, οἷον βῶν ἀζαλέην (lI 7, 238). σημειοῦνταί τινες ὅτι τυκτὰς βόας τὰς ἀσπίδας εἴρηκεν. 106. λελιημένοι] λιλῶ ἐστὶ ῥῆμα τὸ σημαντικὸν τοῦ προθυμου- μένου, ἐκ τοῦ λῶ διπλασιασθὲν, οὗ παραγωγὸν τὸ λιλαίω· “λιλαιό- μενα χροὸς ἆσαι” (Il. 11, 574). τοῦ λιλῶ ἀκόλουθος παρακείμενος λελίληκα, παθητικὸς λελίλημαι, μετοχὴ λελιλημένος, πληθυντικὴ λελιλημένοι, ἐλλείψει τοῦ λ λελιημένοι. Ἡρωδιανὸς ἐν ἐπιμερισμοῖς. 107. ὅτι ἐπὶ τῶν Τρώων ἀκουστέον, ἐμπεσεῖν ταῖς ναυσίν. 114. ἐπὶ τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον διὰ τὸ σαφές. 115. ὅτι θηλυκῶς τὴν Ιλιον. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “Ἴιον αἰπὺ ἕλοιεν” (Il. 15, 71), ἵτι οὐδετέρως· διὸ ἀθετεῖται.