Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.46
Not analysed yet
62. μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον] μέχρι τοῦ ἐρείομεν διασταλτέον, εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον, ἵνα γενικὸν μὲν ᾖ τὸ μάντιν, εἴδη δὲ τὰ ἐπιφερόμενα. οὕτως Ἡωδιανός. καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει. ἔστι γένος τι ἡ μαντικὴ, διαιρουμένη εἰς εἴδη τρία, εἰς οἰω- νοσκοπίαν, εἰς ἀεροσκοπίαν καὶ τὴν διὰ τῶν ὀνειράτων μαντείαν. Ἡρωδιανὸς τελείαν δίδωσι, καὶ κοινὸν τὸ μάντιν. ὁ δὲ Πορφύριος τὸν διʼ οἰωνῶν ἢ σημείων ἢ τεράτων μαντευόμενον, ὀνειροπόλον δὲ τὸν ὀνειροκρίτην.