Ancient Greek
Volume 1, ΕΧΟΛΙΑ ΠΑΛΑΙΑ ΕΙΣ ΤΗΝ ΟΜΗΡΟΥ ΙΛΙΑΛΑ.
Scholia in Homerum, Scholia in Iliadum 1.47
Not analysed yet
63. ἀλλ’ ἄγε δή τινα μάντιν] ἡ διπλῆ, ὅτι μάντις γενικῶς, ἱερεὺς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδοτος δὲ ἠθέτηκεν αὐτόν. μήποτε δὲ ὀνειροκρίτην ὑπείληφεν, οὐκ ὀρθῶς. καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν] τοῦ τι ἐστὶν συναλοιφὴ, καὶ γάρ τι ὄναρ· οὐ γὰρ πᾶν λέγει ἀληθὲς, ἐπεί φησιν οὐ πάντας εἶναι τοὺς ὀνείρους ἀληθεῖς· “αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι.” (Od. 19, 563.)