Ancient Greek
1.47 to 1.50
Scholia in Homerum, Scholia in Iliadum 1.47-2-50
Not analysed yet
89. *βοτρυδὸν] πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥάγες. οὕτως δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας αἱ μέλισσαι, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου. *ἐπ᾿ ἄνθεσιν εἰαρινοῖσιν] ὅτι ἀντὶ τοῦ ἐπ᾿ ἄνθη εἰαρινά, ὡς ἐν τῇ Δ (251) “ἦλθε δ᾿ ἐπὶ Κρήτεσσιν” ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας. 92. *ὄσσα] ὅτι ὄσσα ἡ θεία κληδὼν, οἱ δὲ νεώτεροι ψιλῶς ἐπὶ πάσης φωνῆς. 95. *ἤτοι στικτέον ἐπὶ τὸ ἀγορή, ἢ διασταλτέον καὶ ἐπ᾿ αὐτὸ καὶ ἐπὶ τὸ γαῖα, ἵν᾿ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων. 96. ὅμαδος] πιθανῶς ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ τὴν βοὴν παύοντες, ἐν δὲ τοῖς ἑξῆς τὴν Ἀθηνᾶν τῷ Ὀδυσσεῖ παρέ- στησε· πλείων γὰρ ἦν ὁ θόρυβος. *ἐννέα] τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, ἀν- τίος ἔγχος, τοῦ ἁνδάνω ὑπεξαιρουμένου.